Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.54 Dem. 50.57 (English) >>Dem. 50.60

50.56δεομένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδʼ ἀκαρῆ δανείσοι. ἐγὼ μὲν οὖν παρὰ ξένων Τενεδίων τοῦ πατρός, Κλεάνακτος καὶ Ἐπηράτου, ἐδανεισάμην καὶ ἔδωκα τοῖς ναύταις τὸ σιτηρέσιον· διὰ γὰρ τὸ Πασίωνος εἶναι καὶ ἐκεῖνον ἐπεξενῶσθαι πολλοῖς καὶ πιστευθῆναι ἐν τῇ Ἑλλάδι οὐκ ἠπόρουν, ὅπου δεηθείην, δανείσασθαι. ὡς οὖν ταῦτα ἀληθῆ πρὸς ὑμᾶς λέγω, τούτων ὑμῖν τὰς μαρτυρίας παρέξομαι.Μαρτυρίαι

50.57ὅσων μὲν τοίνυν ὑμῖν ἐδυνάμην τὰς μαρτυρίας παρασχέσθαι τῶν παραγενομένων, ὡς παρεδίδουν τὴν ναῦν Πολυκλεῖ πολλάκις, οὗτος δὲ οὐκ ἤθελεν παραλαβεῖν, ἀνέγνωκεν ὑμῖν· ἔτι δὲ καὶ ἐκ τεκμηρίων ἱκανῶν δεδήλωκα ὑμῖν, διʼ τι οὐκ ἤθελεν παραλαβεῖν τὴν ναῦν. βούλομαι δʼ ὑμῖν καὶ τὸν νόμον ἀναγνωσθῆναι τὸν περὶ τῶν διαδόχων, ἵνʼ εἰδῆτε ἡλίκων τῶν ἐπιτιμίων ὄντων, ἐάν τις μὴ διαδέξηται τὴν ναῦν ἐν τῷ χρόνῳ τῷ εἰρημένῳ, κατεφρόνησεν οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ ὑμῶν καὶ τῶν νόμων. 50.58καὶ διὰ μὲν τοῦτον πάντα τῇ πόλει ἄπρακτα γέγονεν καὶ τοῖς συμμάχοις· οὔτε γὰρ ἀφίκετο ἐπὶ τὴν ναῦν κατὰ τὸν νόμον, οὔτʼ ἐπειδὴ ἦλθεν ἠθέλησε διαδέξασθαι· ἐγὼ δὲ καὶ τὸν ὑπὲρ ἐμαυτοῦ ὑμῖν χρόνον καὶ τὸν ὑπὲρ τοῦ συντριηράρχου ἐλῃτούργησα, καὶ ἐπειδὴ ἐξῆλθέ μοι χρόνος τῆς τριηραρχίας, προστάττοντός μοι τοῦ στρατηγοῦ πλεῖν ἐφʼ Ἱερὸν παρέπεμψα τῷ δήμῳ τὸν σῖτον,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.54 Dem. 50.57 (English) >>Dem. 50.60

Powered by PhiloLogic